2.241τῷ δὲ κακῷ πιεζόμενοι πρὸς χρησμοὺς Αἰγύπτιοι καὶ μαντείας τρέπονται· συμβουλεύσαντος δʼ αὐτοῖς τοῦ θεοῦ συμμάχῳ χρήσασθαι τῷ Ἑβραίῳ κελεύει ὁ βασιλεὺς τὴν θυγατέρα παρασχεῖν τὸν Μωυσῆν στρατηγὸν αὐτῷ γενησόμενον.
2.242ἡ δὲ ὅρκους ποιησαμένῳ, ὥστε μηδὲν διαθεῖναι κακόν, παραδίδωσιν ἀντὶ μεγάλης μὲν εὐεργεσίας κρίνουσα τὴν συμμαχίαν, κακίζουσα δὲ τοὺς ἱερέας, εἰ κτεῖναι προαγορεύσαντες αὐτὸν ὡς πολέμιον οὐκ ᾐδοῦντο νῦν χρῄζοντες αὐτοῦ τῆς ἐπικουρίας.
2.243
Μωυσῆς δὲ ὑπό τε τῆς Θερμούθιδος παρακληθεὶς καὶ ὑπὸ τοῦ βασιλέως ἡδέως προσδέχεται τὸ ἔργον· ἔχαιρον δʼ οἱ ἱερογραμματεῖς ἀμφοτέρων τῶν ἐθνῶν, Αἰγυπτίων μὲν ὡς τούς τε πολεμίους τῇ ἐκείνου κρατήσοντες ἀρετῇ καὶ τὸν Μωυσῆν ταὐτῷ δόλῳ κατεργασόμενοι, οἱ δὲ τῶν Ἑβραίων ὡς φυγεῖν αὐτοῖς ἐσομένου τοὺς Αἰγυπτίους διὰ τὸ Μωυσῆν αὐτοῖς στρατηγεῖν.
2.244ὁ δὲ φθάσας πρὶν ἢ καὶ πυθέσθαι τοὺς πολεμίους τὴν ἔφοδον αὐτοῦ τὸν στρατὸν ἀναλαβὼν ἦγεν οὐ διὰ τοῦ ποταμοῦ ποιησάμενος τὴν ἐλασίαν, ἀλλὰ διὰ γῆς. ἔνθα τῆς αὐτοῦ συνέσεως θαυμαστὴν ἐπίδειξιν ἐποιήσατο·
2.245τῆς γὰρ γῆς οὔσης χαλεπῆς ὁδευθῆναι διὰ πλῆθος ἑρπετῶν, παμφορωτάτη γάρ ἐστι τούτων, ὡς καὶ τὰ παρʼ ἄλλοις οὐκ ὄντα μόνη τρέφειν δυνάμει τε καὶ κακίᾳ καὶ τῷ τῆς ὄψεως ἀσυνήθει διαφέροντα, τινὰ δʼ αὐτῶν ἐστι καὶ πετεινὰ ὡς λανθάνοντα μὲν ἀπὸ γῆς κακουργεῖν καὶ μὴ προϊδομένους ἀδικεῖν ὑπερπετῆ γενόμενα, νοεῖ πρὸς ἀσφάλειαν καὶ ἀβλαβῆ πορείαν τοῦ στρατεύματος στρατήγημα θαυμαστόν·